Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 5.167 Joseph. AJ 5.172 (English) >>Joseph. AJ 5.177

5.170τῆς δὲ γερουσίας πρὸς τὸ τῆς ἐπιορκίας ὄνομα σχετλιασάσης ἔφη τις τούτοις τε γυναικῶν εὐπορίαν ἔχειν εἰπεῖν καὶ τήρησιν τῶν ὅρκων. ἐρομένων δὲ τὴν ἐπίνοιαν, “ἡμῖν, εἶπεν, τρὶς τοῦ ἔτους εἰς Σιλὼ συνιοῦσιν ἕπονται κατὰ πανήγυριν αἱ γυναῖκες καὶ αἱ θυγατέρες. 5.171τούτων κατὰ ἁρπαγὴν ἐφείσθω γαμεῖν Βενιαμίτας ἃς ἂν δυνηθεῖεν ἡμῶν οὔτε προτρεπομένων οὔτε κωλυόντων. πρὸς δὲ τοὺς πατέρας αὐτῶν δυσχεραίνοντας καὶ τιμωρίαν λαμβάνειν ἀξιοῦντας φήσομεν αὐτοὺς αἰτίους φυλακῆς ἀμελήσαντας τῶν θυγατέρων, ὅτι δὲ δεῖ τῆς ὀργῆς ἐπὶ Βενιαμίτας ὑφεῖναι χρησαμένους αὐτῇ καὶ θᾶττον ἀμέτρως”. 5.172καὶ οἱ μὲν τούτοις πεισθέντες ψηφίζονται τὸν διὰ τῆς ἁρπαγῆς γάμον τοῖς Βενιαμίταις. ἐνστάσης δὲ τῆς ἑορτῆς οἱ μὲν διακόσιοι κατὰ δύο καὶ τρεῖς πρὸ τῆς πόλεως ἐνήδρευον παρεσομένας τὰς παρθένους ἔν τε ἀμπελῶσι καὶ χωρίοις ἐν οἷς λήσειν ἔμελλον, 5.173αἱ δὲ μετὰ παιδιᾶς οὐδὲν ὑφορώμεναι τῶν μελλόντων ἀφυλάκτως ὥδευον· οἱ δὲ σκεδασθεισῶν εἴχοντο ἐξαναστάντες. καὶ οὗτοι μὲν οὕτως γαμήσαντες ἐπʼ ἔργα τῆς γῆς ἐχώρησαν καὶ πρόνοιαν ἐποιήσαντο πάλιν εἰς τὴν προτέραν εὐδαιμονίαν ἐπανελθεῖν. 5.174Βενιαμιτῶν μὲν οὖν φυλὴ κινδυνεύσασα τελέως ἐκφθαρῆναι τῷ προειρημένῳ τρόπῳ κατὰ τὴν Ἰσραηλιτῶν σοφίαν σώζεται ἤνθησέ τε παραχρῆμα καὶ ταχεῖαν εἴς τε πλῆθος καὶ τὰ ἄλλα πάντα ἐποιήσατο τὴν ἐπίδοσιν. οὗτος μὲν οὖν πόλεμος οὕτως παύεται.


Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 5.167 Joseph. AJ 5.172 (English) >>Joseph. AJ 5.177

Powered by PhiloLogic